Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 34.1 | Dem. 34.3 (English) | >>Dem. 34.7 |
34.2οὐδʼ ἂν νῦν , ἀκριβῶς ἴστε , ὦ ἄνδρες Ἀθηναῖοι , εἰ ὑπελαμβάνομεν ἀπολωλέναι τὰ χρήματα ἐπὶ τῆς νεὼς τῆς διαφθαρείσης , ἃ ἐδανείσαμεν Φορμίωνι , οὐκ ἄν ποτʼ ἐλάχομεν τὴν δίκην αὐτῷ · οὐχ οὕτως ἡμεῖς ἀναίσχυντοί ἐσμεν οὐδʼ ἄπειροι τοῦ ζημιοῦσθαι . πολλῶν δʼ ἡμᾶς κακιζόντων , καὶ μάλιστα τῶν ἐν Βοσπόρῳ ἐπιδημησάντων ἅμα Φορμίωνι , οἵπερ τοῦτον ᾔδεσαν οὐ συναπολέσαντα τὰ χρήματα ἐν τῇ νηί , δεινὸν ἡγούμεθα εἶναι τὸ μὴ βοηθῆσαι ἡμῖν αὐτοῖς ἀδικουμένοις ὑπὸ τούτου .
περὶ μὲν οὖν τῆς παραγραφῆς βραχύς ἐστιν ὁ λόγος · καὶ γὰρ οὗτοι οὐ τὸ παράπαν συμβόλαιον ἐξαρνοῦνται μὴ γενέσθαι ἐν τῷ ἐμπορίῳ τῷ ὑμετέρῳ , ἀλλʼ οὐκέτι εἶναί φασι πρὸς αὑτοὺς οὐδὲν συμβόλαιον · πεποιηκέναι γὰρ οὐδὲν ἔξω τῶν ἐν τῇ συγγραφῇ γεγραμμένων .
34.4οἱ μὲν οὖν νόμοι , καθʼ οὓς ὑμεῖς δικασταὶ κάθησθε , οὐχ οὕτως λέγουσιν , ἀλλʼ ὑπὲρ μὲν τῶν μὴ γενομένων ὅλως συμβολαίων Ἀθήνησι μηδʼ εἰς τὸ Ἀθηναίων ἐμπόριον παραγράφεσθαι δεδώκασιν , ἐὰν δέ τις γενέσθαι μὲν ὁμολογῇ , ἀμφισβητῇ δὲ ὡς πάντα πεποίηκεν τὰ συγκείμενα , ἀπολογεῖσθαι κελεύουσιν εὐθυδικίαν εἰσιόντα , οὐ κατηγορεῖν τοῦ διώκοντος . οὐ μὴν ἀλλʼ ἔγωγε ἐλπίζω καὶ ἐξ αὐτοῦ τοῦ πράγματος δείξειν εἰσαγώγιμον τὴν δίκην οὖσαν .
34.5σκέψασθε δέ , ὦ ἄνδρες Ἀθηναῖοι , ὅ τι ὁμολογεῖται παρʼ αὐτῶν τούτων καὶ τί ἀντιλέγεται · οὕτω γὰρ ἂν ἄριστα ἐξετάσαιτε . οὐκοῦν δανείσασθαι μὲν τὰ χρήματα ὁμολογοῦσι καὶ συνθήκας ποιήσασθαι τοῦ δανείσματος , φασὶν δʼ ἀποδεδωκέναι τὸ χρυσίον Λάμπιδι τῷ Δίωνος οἰκέτῃ ἐν Βοσπόρῳ . ἡμεῖς τοίνυν οὐ μόνον τοῦτο δείξομεν , ὡς οὐκ ἀπέδωκεν , ἀλλʼ ὡς οὐδʼ ἐνῆν αὐτῷ ἀποδοῦναι . ἀναγκαῖον δʼ ἐστὶν βραχέα τῶν ἐξ ἀρχῆς διηγήσασθαι ὑμῖν .
34.3
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 34.1 | Dem. 34.3 (English) | >>Dem. 34.7 |